Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.53 Joseph. AJ 3.58 (English) >>Joseph. AJ 3.63

3.56ὑπῆρξε δʼ αὐτοῖς οὐκ εἰς τὸ παρὸν μόνον, ἀλλὰ καὶ εἰς τὸν αὖθις αἰῶνα τῶν ἀγαθῶν αἰτία κατορθωθεῖσα προειρημένη μάχη· οὐ γὰρ τὰ σώματα μόνον τῶν ἐπιστρατευσάντων ἐδούλωσαν ἀλλὰ καὶ τὰ φρονήματα, καὶ τοῖς περιοίκοις ἅπασι μετὰ τὴν ἐκείνων ἧτταν ἐγένοντο φοβεροί, αὐτοί τε πλούτου μεγάλου δύναμιν προσέλαβον· 3.57πολὺς γὰρ ἄργυρός τε καὶ χρυσὸς ἐγκατελήφθη ἐν τῷ στρατοπέδῳ καὶ σκεύη χαλκᾶ, οἷς ἐχρῶντο περὶ τὴν δίαιταν, πολὺ δὲ ἐπίσημον πλῆθος ἑκατέρων ὅσα τε ὑφαντὰ καὶ κόσμοι περὶ τὰς ὁπλίσεις τε ἄλλη θεραπεία καὶ κατασκευὴ ἐκείνων λεία τε παντοία κτηνῶν καὶ ὅσα φιλεῖ στρατοπέδοις ἐξωδευκόσιν ἕπεσθαι. 3.58φρονήματός τε ὑπεπλήσθησαν ἐπʼ ἀνδρείᾳ Ἑβραῖοι καὶ πολλὴ μεταποίησις ἦν ἀρετῆς αὐτοῖς πρός τε τῷ πονεῖν ἦσαν ἀεὶ τούτῳ πάντα ληπτὰ νομίζοντες εἶναι. καὶ ταύτης μὲν τῆς μάχης τοῦτο τὸ πέρας. 3.59

Τῇ δʼ ὑστεραίᾳ Μωυσῆς νεκρούς τε ἐσκύλευε τῶν πολεμίων καὶ τὰς παντευχίας τῶν φυγόντων συνέλεγεν ἀριστεῦσί τε τιμὰς ἐδίδου καὶ τὸν στρατηγὸν Ἰησοῦν ἐνεκωμίαζε μαρτυρούμενον ἐφʼ οἷς ἔπραξεν ὑπὸ παντὸς τοῦ στρατοῦ. ἀπέθανεν δὲ Ἑβραίων μὲν οὐδείς, τῶν δὲ πολεμίων ὅσους οὐδʼ ἀριθμῷ γνῶναι δυνατὸν ἦν. 3.60θύσας δὲ χαριστήρια βωμὸν ἱδρύεται νικαῖον ὀνομάσας τὸν θεὸν προεφήτευέ τε πανωλεθρὶ τοὺς Ἀμαληκίτας ἀπολουμένους καὶ μηδένα αὐτῶν ὑπολειφθησόμενον εἰς αὖθις διὰ τὸ Ἑβραίοις ἐπιστρατεύσασθαι καὶ ταῦτα ἐν ἐρήμῳ τε γῇ καὶ ταλαιπωρουμένοις, τόν τε στρατὸν εὐωχίαις ἀνελάμβανε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.53 Joseph. AJ 3.58 (English) >>Joseph. AJ 3.63

Powered by PhiloLogic